NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

NOT IN THIS "NEW GREECE"  - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"
NOT IN THIS "NEW GREECE" - ΟΧΙ ΣΕ ΑΥΤΗΝ ΤΗΝ "ΝΕΑ ΕΛΛΑΔΑ"

Friday, May 19, 2017

<Θανάτου>, θυμίαμα μάνναν.


 
<Θανάτου>, θυμίαμα μάνναν.
 
87.1
Κλῦθί μευ, ὃς πάντων θνητῶν οἴηκα κρατύνεις
πᾶσι διδοὺς † χρόνον ἁγνόν †, ὅσων † πόρρωθ' ὑπάρχεις·
σὸς γὰρ ὕπνος ψυχῆς θραύει καὶ σώματος ὁλκόν,
ἡνίκ' ἂν ἐκλύηις φύσεως κεκρατημένα δεσμὰ
87.5
τὸν μακρὸν ζώιοισι φέρων αἰώνιον ὕπνον,
κοινὸς μὲν πάντων, ἄδικος δ' ἐνίοισιν ὑπάρχων,
ἐν ταχυτῆτι βίου παύων νεοήλικας ἀκμάς·
ἐν σοὶ γὰρ μούνωι πάντων τὸ κριθὲν τελεοῦται·
οὔτε γὰρ εὐχαῖσιν πείθηι μόνος οὔτε λιταῖσιν.
87.10
ἀλλά, μάκαρ, μακροῖσι χρόνοις ζωῆς σε πελάζειν
87.11
αἰτοῦμαι, θυσίαις<ι> καὶ εὐχωλαῖς λιτανεύων,
ὡς ἂν ἔοι γέρας ἐσθλὸν ἐν ἀ  νθρώποισι τὸ γῆρας.  
 
 
 Orphica, Hymni Hymn 87, line 11